Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.74 Joseph. AJ 13.79 (English) >>Joseph. AJ 13.83

13.77οἱ δʼ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ· χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον. 13.78τοῦ δὲ Σαββαίου καὶ Θεοδοσίου συγχωρησάντων τῷ Ἀνδρονίκῳ πρώτῳ ποιήσασθαι τοὺς λόγους, ἤρξατο τῶν ἀποδείξεων ἐκ τοῦ νόμου καὶ τῶν διαδοχῶν τῶν ἀρχιερέων, ὡς ἕκαστος παρὰ πατρὸς τὴν τιμὴν ἐκδεξάμενος ἦρξε τοῦ ναοῦ, καὶ ὅτι πάντες οἱ τῆς Ἀσίας βασιλεῖς τὸ ἱερὸν ἐτίμησαν ἀναθήμασιν καὶ λαμπροτάταις δωρεαῖς, τοῦ δʼ ἐν Γαριζεὶν ὡς οὐδὲ ὄντος οὐδεὶς λόγον οὐδʼ ἐπιστροφὴν ἐποιήσατο. 13.79ταῦτα λέγων Ἀνδρόνικος καὶ πολλὰ τούτοις ὅμοια πείθει τὸν βασιλέα κρῖναι μὲν κατὰ τοὺς Μωυσέος νόμους οἰκοδομηθῆναι τὸ ἐν Ἱεροσολύμοις ἱερόν, ἀποκτεῖναι δὲ τοὺς περὶ τὸν Σαββαῖον καὶ Θεοδόσιον. καὶ τὰ μὲν γενόμενα τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις κατὰ Πτολεμαῖον τὸν Φιλομήτορα ταῦτα ἦν. 13.80

Δημητρίου δʼ ἀποθανόντος ἐν τῇ μάχῃ, καθὼς ἐπάνω δεδηλώκαμεν, Ἀλέξανδρος τὴν τῆς Συρίας παραλαβὼν βασιλείαν γράφει τῷ Φιλομήτορι Πτολεμαίῳ μνηστευόμενος αὐτοῦ πρὸς γάμον τὴν θυγατέρα, δίκαιον εἶναι λέγων τῷ τὴν πατρῴαν ἀρχὴν κομισαμένῳ καὶ διὰ τὴν τοῦ θεοῦ πρόνοιαν εἰς αὐτὴν προαχθέντι καὶ κρατήσαντι Δημητρίου καὶ μηδὲ τἆλλα ἐσομένῳ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀναξίῳ συνάψαι συγγένειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.74 Joseph. AJ 13.79 (English) >>Joseph. AJ 13.83

Powered by PhiloLogic